1 Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς synergoyntes de kai parakaloymen mē eis kenon tēn charin toy theoy dexasthai hymas

2 λέγει γάρ, καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι· ἰδοὺ νῦν καιρὸς εὐπρόσδεκτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας legei gar, kairō dektō epēkoysa soy kai en hēmera sōtērias eboēthēsa soi· idoy nyn kairos eyprosdektos, idoy nyn hēmera sōtērias

3 μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, mēdemian en mēdeni didontes proskopēn, hina mē mōmēthē hē diakonia,

4 ἀλλ’ ἐν παντὶ συνίσταντες ἑαυτοὺς ὡς θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, all’ en panti synistantes heaytoys hōs theoy diakonoi, en hypomonē pollē, en thlipsesin, en anagkais, en stenochōriais,

5 ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, en plēgais, en phylakais, en akatastasiais, en kopois, en agrypniais, en nēsteiais,

6 ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν πνεύματι ἁγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, en hagnotēti, en gnōsei, en makrothymia, en chrēstotēti, en pneymati hagiō, en agapē anypokritō,

7 ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει θεοῦ· διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, en logō alētheias, en dynamei theoy· dia tōn hoplōn tēs dikaiosynēs tōn dexiōn kai aristerōn,

8 διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας· ὡς πλάνοι καὶ ἀληθεῖς, dia doxēs kai atimias, dia dysphēmias kai eyphēmias· hōs planoi kai alētheis,

9 ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνῄσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, hōs agnooymenoi kai epiginōskomenoi, hōs apothnēskontes kai idoy zōmen, hōs paideyomenoi kai mē thanatoymenoi,

10 ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες. hōs lypoymenoi aei de chairontes, hōs ptōchoi polloys de ploytizontes, hōs mēden echontes kai panta katechontes.

11 Τὸ στόμα ἡμῶν ἀνέῳγεν πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυνται· to stoma hēmōn aneōgen pros hymas, korinthioi, hē kardia hēmōn peplatyntai·

12 οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· oy stenochōreisthe en hēmin, stenochōreisthe de en tois splagchnois hymōn·

13 τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ὡς τέκνοις λέγω, πλατύνθητε καὶ ὑμεῖς. tēn de aytēn antimisthian, hōs teknois legō, platynthēte kai hymeis.

14 Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; mē ginesthe heterozygoyntes apistois· tis gar metochē dikaiosynē kai anomia ; ē tis koinōnia phōti pros skotos ;

15 τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; tis de symphōnēsis christoy pros beliar, ē tis meris pistō meta apistoy ;

16 τίς δὲ συνκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐνπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός. tis de synkatathesis naō theoy meta eidōlōn ; hēmeis gar naos theoy esmen zōntos· kathōs eipen ho theos hoti enoikēsō en aytois kai enperipatēsō, kai esomai aytōn theos, kai aytoi esontai moy laos.

17 Διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς, dio exelthate ek mesoy aytōn kai aphoristhēte, legei kyrios, kai akathartoy mē haptesthe· kagō eisdexomai hymas,

18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει κύριος παντοκράτωρ. kai esomai hymin eis patera, kai hymeis esesthe moi eis yhioys kai thygateras, legei kyrios pantokratōr.