1 Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. ean tais glōssais tōn anthrōpōn lalō kai tōn aggelōn, agapēn de mē echō, gegona chalkos ēchōn ē kymbalon alalazon.
2 καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐθέν εἰμι. kai ean echō prophēteian kai eidō ta mystēria panta kai pasan tēn gnōsin, kai ean echō pasan tēn pistin hōste orē methistanai, agapēn de mē echō, oythen eimi.
3 καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι, ἀγάπην δὲ μὴ ἔχω, οὐθὲν ὠφελοῦμαι. kai ean psōmisō panta ta hyparchonta moy, kai ean paradō to sōma moy hina kaythēsomai, agapēn de mē echō, oythen ōpheloymai.
4 ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται ἡ ἀγάπη, οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, hē agapē makrothymei, chrēsteyetai hē agapē, oy zēloi, hē agapē oy perpereyetai, oy physioytai,
5 οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, oyk aschēmonei, oy zētei ta heaytēs, oy paroxynetai, oy logizetai to kakon,
6 οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συνχαίρει δὲ τῇ ἀληθείᾳ· oy chairei epi tē adikia, synchairei de tē alētheia·
7 πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. panta stegei, panta pisteyei, panta elpizei, panta hypomenei.
8 Ἡ ἀγάπη οὐδέποτε πίπτει· εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηθήσεται. hē agapē oydepote piptei· eite de prophēteiai, katargēthēsontai· eite glōssai, paysontai· eite gnōsis, katargēthēsetai.
9 ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ek meroys gar ginōskomen kai ek meroys prophēteyomen·
10 ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. hotan de elthē to teleion, to ek meroys katargēthēsetai.
11 ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. hote ēmēn nēpios, elaloyn hōs nēpios, ephronoyn hōs nēpios, elogizomēn hōs nēpios· hote gegona anēr, katērgēka ta toy nēpioy.
12 βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην. blepomen gar arti di’ esoptroy en ainigmati, tote de prosōpon pros prosōpon· arti ginōskō ek meroys, tote de epignōsomai kathōs kai epegnōsthēn.
13 νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. nyni de menei pistis, elpis, agapē, ta tria tayta· meizōn de toytōn hē agapē.