1 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. Ἕως πότε Κύριε ἐπιλήσῃ μου, εἰς τέλος ; ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ ;

2 Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας ; ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπʼ ἐμέ ;

3 Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου· φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον·

4 μή ποτε εἴποι ὁ ἐχθρός μου, ἴσχυσα πρὸς αὐτόν· οἱ θλίβοντές με ἀγαλλιάσονται ἐὰν σαλευθῶ.

5 Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα· ἀγαλλιάσεται ἡ καρδία μου ἐν τῷ σωτηρίῳ σου.

6 Ἄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.