1 Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,

2 Τί γὰρ προοίμιον ἢ φόβος παρʼ αὐτοῦ ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψιστῳ ;

3 Μὴ γάρ τις ὑπολάβοι ὅτι ἐστὶ παρέλκυσις πειραταῖς· ἐπὶ τίνας δὲ οὐκ ἐπελεύσεται ἔνεδρα παρʼ αὐτοῦ ;

4 Πῶς γὰρ ἔσται δίκαιος βροτὸς ἔναντι Κυρίου ; ἢ τίς ἂν ἀποκαθαρίσαι αὐτὸν γεννητὸς γυναικός ;

5 Εἰ σελήνῃ συντάσσει, καὶ οὐκ ἐπιφαύσκει, ἄστρα δὲ οὐ καθαρὰ ἐναντίον αὐτοῦ.

6 Ἔα δὲ, ἄνθρωπος σαπρία, καὶ υἱὸς ἀνθρώπου σκώληξ.