1 Ἀλληλούϊα. Ἐπιστεύσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

2 Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης.

3 Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι ;

4 [4] Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι·
[4a] Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

6 Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.

7 Ὦ Κύριε ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου, διέῤῥηξας τοὺς δεσμούς μου.

8 Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι·

9 Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ,

10 ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου Ἱερουσαλήμ.